Τετάρτη, 3 Φεβρουαρίου 2010

Η αρετή κάνει τη ζωή ευκολότερη και φέρνει αγαλλίαση (Ισιδώρου του Πηλουσιώτου)

Ἡ ἀρετή τῷ γε ἀκριβῶς σκοπουμένῳ εὐκολωτέρα πολλῷ τῆς κακίας ἐστίν˙ εἰ δέ τις ἀπιστεῖ, μή θορυβείτω, ἀλλά ἀναμενέτω τήν ἀπόδειξιν, πάσης προλήψεως καί φιλονικίας καθαρόν ἑαυτόν διατηρῶν.
Τό μέν οὖν θείαν αὐτήν εἶναι καί πρεπωδεστάτην καί τῇ φύσει ἁρμοδιωτάτην καί κόσμον καί ἐγκαλλώπισμα τῶν ἀσκούντων, ὡς πᾶσιν ὡμολογημένον παρήσω, ἐπί δέ τό ἀμφιβαλλόμενον ἥξω. Τί οὖν ἐστιν εὐκολώτερον, εἰπέ μοι˙ τό μυρίους ἀνισχνεύειν θησαυροὺς ἤ τό τοῖς οὖσιν ἀρκεῖσθαι; τό νύκτωρ καί μεθ’ ἡμέραν αἰσχρὰ κέρδη καί τόκους ἀνελευθέρους ἀριθμεῖν, ἤ τό τήν αὐτάρκειαν ἀσπάζεσθιαι; καί φιλεῖν τό πάντας ἀδικεῖν ἤ τό τοῖς δεομένεις ἐπικουρεῖν; τό νοσεῖν τόν ἀνήκεστον τῆς φιλοχρηματίας ἔρωτα ἤ τό ἐκτός εἶναι τῆς τοιαύτης μανίας; Τό δόλους ράπτειν ἤ τό ἀδόλως προσφέρεσθαι; τό δικαστηρίοις ἐνοχλεῖν ἤ τό τὰς ἡσυχίας ἄγειν; τό ἁρπάζειν τά μή προσήκοντα ἤ καί τό τά οἰκεῖα διανέμειν; τό πράγμασι καί ἐγκλήμασιν ἐγκαλινδεῖσθαι ἤ τό πραγμάτων ἀπηλλάχθαι καί φόβων; τό περί πολλῶν καί ἀνηνύτων φροντίδων μεριμνᾶν ἤ τό μίαν ἔχειν φροντίδα, πῶς τῆς ἀρετῆς μὴ ἐκπέση; τό θαλαττεύειν καί ναυαγίοις περιπίπτειν ἤ τό ἐν λιμένι καθῆσθαι καί τά τῶν ἄλλων ἐπισκοπεῖν ναυάγια; Ἐγὼ μέν οὖν τὴν εὐκολίαν ἐβουλήθην δεῖξαι τῆς ἀρετῆς, καί τήν δυσκολίαν τῆς κακίας˙ ὁ δέ λόγος προϊὼν μεῖζόν τι πεποίηκε, τῇ μέν ἀρετῇ καί τήν εὐφροσύνην, τῇ δέ κακίᾳ καί τήν ἀηδίαν ἑπομένην συναποδείξας

Αναγνώστες